Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 22.67 Dem. 22.70 (English) >>Dem. 22.73

22.69ἀλλὰ νὴ Δία ταῦτα μὲν τοιοῦτός ἐστιν ἐν οἷς πεπολίτευται, ἄλλα δʼ ἔσθʼ καλῶς διῴκηκεν. ἀλλὰ καὶ τἄλλʼ οὕτω προσελήλυθε πάντα πρὸς ὑμᾶς ὥσθʼ ἥκιστʼ ἐν οἷς ἀκηκόατʼ ἄξιός ἐστι μισεῖσθαι. τί γὰρ βούλεσθʼ εἴπω; τὰ πομπεῖʼ ὡς ἐπεσκεύασεν, καὶ τὴν τῶν στεφάνων καθαίρεσιν, τὴν τῶν φιαλῶν ποίησιν τὴν καλήν; ἀλλʼ ἐπὶ τούτοις γε, εἰ μηδὲν ἄλλʼ ἀδικῶν ἔτυχεν τὴν πόλιν, τρίς, οὐχ ἅπαξ τεθνάναι δίκαιος ὢν φανεῖται· καὶ γὰρ ἱεροσυλίᾳ καὶ ἀσεβείᾳ καὶ κλοπῇ καὶ πᾶσι τοῖς δεινοτάτοις ἔστʼ ἔνοχος. 22.70τὰ μὲν οὖν πόλλʼ ὧν λέγων ὑμᾶς ἐφενάκιζεν παραλείψω· φήσας δʼ ἀπορρεῖν τὰ φύλλα τῶν στεφάνων καὶ σαπροὺς εἶναι διὰ τὸν χρόνον, ὥσπερ ἴων ῥόδων ὄντας, ἀλλʼ οὐ χρυσίου, συγχωνεύειν ἔπεισεν. κᾆτʼ ἐπὶ μὲν ταῖς εἰσφοραῖς τὸν δημόσιον παρεῖναι προέγραψεν ὡς δὴ δίκαιος ὤν, ὧν ἕκαστος ἀντιγραφεὺς ἔμελλεν ἔσεσθαι τῶν εἰσενεγκόντων· ἐπὶ τοῖς στεφάνοις δʼ οὓς κατέκοπτεν οὐχὶ προσήγαγεν ταὐτὸ δίκαιον τοῦτο, ἀλλʼ αὑτὸς ῥήτωρ, χρυσοχόος, ταμίας, ἀντιγραφεὺς γέγονεν. 22.71καὶ μὴν εἰ μὲν ἅπαντʼ ἠξίους, ὅσα πράττεις τῇ πόλει, σαυτῷ πιστεύειν, οὐκ ἂν ὁμοίως κλέπτης ὢν ἐφωρῶ· νῦν δʼ ἐπὶ ταῖς εἰσφοραῖς δίκαιόν ἐσθʼ ὁρίσας, μὴ σοὶ πιστεύειν, ἀλλὰ τοῖς ἑαυτῆς δούλοις τὴν πόλιν, ὁπότʼ ἄλλο τι πράττων καὶ χρήματα κινῶν ἱερά, ὧν ἔνιʼ οὐδʼ ἐπὶ τῆς ἡμετέρας γενεᾶς ἀνετέθη, μὴ προσγραψάμενος τὴν αὐτὴν φυλακὴν ἥνπερ περὶ τῶν εἰσφορῶν φαίνει, οὐκ εὔδηλον διʼ τοῦτʼ ἐποίησας; ἐγὼ μὲν οἶμαι.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 22.67 Dem. 22.70 (English) >>Dem. 22.73

Powered by PhiloLogic